Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 8.41 Hdt. 8.42 (English) >>Hdt. 8.43

ch. 42 8.42.1 ἐπεὶ δὲ οἱ ἀπʼ Ἀρτεμισίου ἐς Σαλαμῖνα κατέσχον τὰς νέας, συνέρρεε καὶ λοιπὸς πυνθανόμενος τῶν Ἑλλήνων ναυτικὸς στρατὸς ἐκ Τροίζηνος· ἐς γὰρ Πώγωνα τὸν Τροιζηνίων λιμένα προείρητο συλλέγεσθαι. συνελέχθησάν τε δὴ πολλῷ πλεῦνες νέες ἐπʼ Ἀρτεμισίῳ ἐναυμάχεον καὶ ἀπὸ πολίων πλεύνων. 8.42.2 ναύαρχος μέν νυν ἐπῆν ὡυτὸς ὅς περ ἐπʼ Ἀρτεμισίῳ, Εὐρυβιάδης Εὐρυκλείδεω ἀνὴρ Σπαρτιήτης, οὐ μέντοι γένεος τοῦ βασιληίου ἐών· νέας δὲ πολλῷ πλείστας τε καὶ ἄριστα πλεούσας παρείχοντο Ἀθηναῖοι.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 8.41 Hdt. 8.42 (English) >>Hdt. 8.43

Powered by PhiloLogic